ΣΩΚΡΑΤΗΣ

Απόσπασμα από τον «Κρατύλο» του Πλάτωνος (ΧΧΧΙV, 422 D-Ε & 423 Α-Β), το αρχαιότερο σωζόμενο κείμενο με έμμεση πλην όμως σαφή αναφορά στη νοηματική γλώσσα
ΣΩΚΡΑΤΗΣ: Εἶεν˙ τὰ δὲ δὴ πρῶτα, οἷς οὔπω ἕτερα ὑπόκειται, τίνι τρόπῳ κατὰ τὸ δυνατὸν ὅτι μάλιστα φανερὰ ἡμῖν ποιήσει τὰ ὄντα, εἴπερ μέλλει ὀνόματα εἶναι; Ἀπόκριναι δέ μοι τόδε˙ εἰ φωνὴν μὴ εἴχομεν μηδὲ γλῶτταν,
ἐβουλόμεθα δὲ δηλοῦν ἀλλήλοις τὰ πράγματα, ἄρ᾽ οὐκ ἄν, ὥσπερ νῦν οἱ ἐνεοί, ἐπεχειροῦμεν ἂν σημαίνειν ταῖς χερσὶ καὶ τῇ κεφαλῇ καὶ τῷ ἄλλῳ σώματι;

ΕΡΜΟΓΕΝΗΣ: Πῶς γὰρ ἂν ἄλλως, ὦ Σώκρατες;
ΣΩΚΡΑΤΗΣ: Εἰ μὲν γ᾽, οἶμαι, τὸ ἄνω καὶ τὸ κοῦφον ἐβουλόμεθα δηλοῦν, ᾔρομεν ἂν πρὸς τὸν οὐρανὸν τὴν χεῖρα, μιμούμενοι αὐτὴν τὴν φύσιν τοῦ πράγματος˙ εἰ δὲ τὰ κάτω καὶ τὰ βαρέα, πρὸς τὴν γῆν˙ καὶ εἰ ἵππον θέοντα ἤ τι ἄλλο τῶν ζῴων ἐβουλόμεθα δηλοῦν, οἶσθα ὅτι ὡς ὁμοιότατ᾽ ἂν τὰ ἡμέτερα αὐτῶν σώματα καὶ σχήματα ἐποιοῦμεν ἐκείνοις.

ΕΡΜΟΓΕΝΗΣ: Ἀνάγκη μοι δοκεῖ ὡς λέγεις ἔχειν.
ΣΩΚΡΑΤΗΣ: Οὕτω γὰρ ἄν, οἶμαι, δήλωμά του τῷ σώματι ἐγίγνετο, μιμησαμένου, ὡς ἔοικε, τοῦ σώματος ἐκεῖνο, ὃ ἐβούλετο δηλῶσαι.
ΕΡΜΟΓΕΝΗΣ: Ναί.
ΣΩΚΡΑΤΗΣ: Ἐπειδὴ δὲ φωνῇ τε καὶ γλώττῃ καὶ στόματι βουλόμεθα δηλοῦν, ἆρ᾽ οὐ τότε ἑκάστου δήλωμα ἡμῖν ἔσται τὸ ἀπὸ τούτων γιγνόμενον, ὅταν μίμημα γένηται διὰ τούτων περὶ ὁτιοῦν;
ΕΡΜΟΓΕΝΗΣ: Ἀνάγκη μοι δοκεῖ.
ΣΩΚΡΑΤΗΣ: Ὄνομ᾽ ἄρ᾽ ἐστίν, ὡς ἔοικε, μίμημα φωνῆς ἐκείνου, ὃ μιμεῖται, καὶ ὀνομάζει ὁ μιμούμενος τῇ φωνῇ, ὃ ἂν μιμῆται.
ΕΡΜΟΓΕΝΗΣ: Δοκεῖ μοι.